Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.302 | Dem. 18.304 (English) | >>Dem. 18.308 |
18.303ἃ καὶ βεβουλευμένʼ , ὦ ἄνδρες Ἀθηναῖοι , ἐὰν ἄνευ φθόνου τις βούληται σκοπεῖν , ὀρθῶς εὑρήσει καὶ πεπραγμένα πάσῃ δικαιοσύνῃ , καὶ τὸν ἑκάστου καιρὸν οὐ παρεθέντʼ οὐδʼ ἀγνοηθέντʼ οὐδὲ προεθένθʼ ὑπʼ ἐμοῦ , καὶ ὅσʼ εἰς ἑνὸς ἀνδρὸς δύναμιν καὶ λογισμὸν ἧκεν , οὐδὲν ἐλλειφθέν . εἰ δʼ ἢ δαίμονός τινος ἢ τύχης ἰσχὺς ἢ στρατηγῶν φαυλότης ἢ τῶν προδιδόντων τὰς πόλεις ὑμῶν κακία ἢ πάντα ταῦτʼ ἐλυμαίνετο τοῖς ὅλοις , ἕως ἀνέτρεψεν , τί Δημοσθένης ἀδικεῖ ;
18.304εἰ δʼ οἷος ἐγὼ παρʼ ὑμῖν κατὰ τὴν ἐμαυτοῦ τάξιν , εἷς ἐν ἑκάστῃ τῶν Ἑλληνίδων πόλεων ἀνὴρ ἐγένετο , μᾶλλον δʼ εἰ ἕνʼ ἄνδρα μόνον Θετταλία καὶ ἕνʼ ἄνδρʼ Ἀρκαδία ταὐτὰ φρονοῦντʼ ἔσχεν ἐμοί , οὐδένες οὔτε τῶν ἔξω Πυλῶν Ἑλλήνων οὔτε τῶν εἴσω τοῖς παροῦσι κακοῖς ἐκέχρηντʼ ἄν ,
18.305ἀλλὰ πάντες ἂν ὄντες ἐλεύθεροι καὶ αὐτόνομοι μετὰ πάσης ἀδείας ἀσφαλῶς ἐν εὐδαιμονίᾳ τὰς ἑαυτῶν ᾤκουν πατρίδας , τῶν τοσούτων καὶ τοιούτων ἀγαθῶν ὑμῖν καὶ τοῖς ἄλλοις Ἀθηναίοις ἔχοντες χάριν διʼ ἐμέ . ἵνα δʼ εἰδῆθʼ ὅτι πολλῷ τοῖς λόγοις ἐλάττοσι χρῶμαι τῶν ἔργων , εὐλαβούμενος τὸν φθόνον , λέγε μοι ταυτὶ καὶ ἀνάγνωθι λαβὼν τὸν ἀριθμὸν τῶν βοηθειῶν κατὰ τὰ ἐμὰ ψηφίσματα .ταῦτα καὶ τοιαῦτα πράττειν , Αἰσχίνη , τὸν καλὸν κἀγαθὸν πολίτην ἔδει , ὧν κατορθουμένων μὲν μεγίστοις ἀναμφισβητήτως ὑπῆρχεν εἶναι καὶ τὸ δικαίως προσῆν , ὡς ἑτέρως δὲ συμβάντων τὸ γοῦν εὐδοκιμεῖν περίεστι καὶ τὸ μηδένα μέμφεσθαι τὴν πόλιν μηδὲ τὴν προαίρεσιν αὐτῆς , ἀλλὰ τὴν τύχην κακίζειν τὴν οὕτω τὰ πράγματα κρίνασαν ·
Ἀριθμὸς Βοηθειῶν
18.306
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 18.302 | Dem. 18.304 (English) | >>Dem. 18.308 |